Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου.
Δῶρόν σε θεῖον Θεόδωρε δεικνύει
Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε.
Τῇ δέγε ἑνδεκάτῃ Θεόδωρος ἀφίπτατο γαίης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου Ἱεροσολύμων.
Μνήμη τῶν ἁγίων μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ, ἐπισκόπου, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα ὀκτώ, πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, μοναχῶν ἕξ, καὶ παρθένων ἑπτά.
Οἱ ἅγιοι μάρτυρες Ἰσαάκιος, Συμεὼν καὶ Δαχθισόης πυρὶ τελειοῦνται.
Οἱ ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμυῶν ξίφει τελειοῦνται.
Ὁ ἅγιος μάρτυς Παπηλῖνος ξίφει τελειοῦται.
Ὁ ἅγιος μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς, τελειοῦται.
Ὁ ἅγιος Νικόλαος, πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Μνήμη τῆς ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν Δύναμιν.
Ταῖς αὐτων ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.