Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 16 Απριλίου 2023

Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος .

 Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος .

᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν .

Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.

Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ῞ᾼδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε· καί τοῖς σοῖς ᾽Αποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

᾽Εν τάφῳ σωματικῶς, ἐν ῞Αδῃ δέ μετά ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά λῃστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα Πατρί...
῾Ως ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.
Καί νῦν καί ἀεί...
Τό τοῦ ῾Υψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διά σοῦ γάρ δέδοται ἡ χαρά Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.