Κυριακή 7 Οκτωβρίου 2012
ΣΕΡΓΙΟΣ ΚΑΙ ΒΑΚΧΟΣ, Η ΦΑΙΔΡΑ ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΤΕΡΠΝΗ ΛΑΜΠΗΔΩΝ...
Σέργιος καὶ Βάκχος, ἡ φαιδρὰ τῶν Μαρτύρων καὶ τερπνὴ λαμπηδών, τῶν μὲν τυράννων τὸ θράσος κατέβαλε, τῶν δὲ εἰδώλων τὴν πλάνην κατήργησε· καὶ τῆς θεογνωσίας τὸ τέλειον μυστήριον, λαμπρᾷ τῇ φωνῇ, ὑψηγοροῦντες ἀνεκήρυττον. Ὧν ταῖς πρεσβείαις Χριστέ, ὁ τούτων νομοδότης, ἀγωνοθέτης τε καὶ στεφανοθέτης, καὶ ἡμᾶς ἀξίωσον, κατὰ τῶν ἀοράτων καὶ ὁρατῶν δυνάμεων, τὸ κράτος ἀναδήσασθαι.