Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 19 Φεβρουαρίου 2025

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε». Ὑφηγούμενον τὰ θεῖα καὶ τοὺς ἀθέους, περιφανῶς ἐλέγχοντα, ἄνομος διώκτης, ποιναῖς καθυπέβαλε, καὶ μάστιξιν Ἄρχιππε, καὶ ποικιλοτρόποις κολάσεσι. Μακαρίως διανύων τὸν βίον Μάκαρ, τέλος εὑρεῖν μακάριον, ὄντως ἠξιώθης· Μάρτυς γὰρ γεγένησαι, Χριστοῦ γενναιότατος, πόνους καρτερήσας τοῦ σώματος. Νεμομένην ἀθεΐας τὴν σηπεδόνα· τῶν εὐσεβῶν τὸ πλήρωμα, ἔστησας νοστίμῳ, ἅλατι τῶν λόγων σου, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

 «Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὑφηγούμενον τὰ θεῖα καὶ τοὺς ἀθέους, περιφανῶς ἐλέγχοντα, ἄνομος διώκτης, ποιναῖς καθυπέβαλε, καὶ μάστιξιν Ἄρχιππε, καὶ ποικιλοτρόποις κολάσεσι.

Μακαρίως διανύων τὸν βίον Μάκαρ, τέλος εὑρεῖν μακάριον, ὄντως ἠξιώθης· Μάρτυς γὰρ γεγένησαι, Χριστοῦ γενναιότατος, πόνους καρτερήσας τοῦ σώματος.

Νεμομένην ἀθεΐας τὴν σηπεδόνα· τῶν εὐσεβῶν τὸ πλήρωμα, ἔστησας νοστίμῳ, ἅλατι τῶν λόγων σου, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.