ΕΚ ΧΑΛΕΠΗΣ ΣΤΕΝΩΣΕΩΣ, ΚΑΙ ΦΡΟΥΡΑΣ
Ἐκ χαλεπῆς στενώσεως, καὶ φρουρᾶς πρὸς εὐρύχωρον, πλάτος Παραδείσου, καὶ τερπνὸν κατήντησας, Ἁγίων ὀψόμενος, φωτοειδεῖς λαμπρότητας, καὶ τὰς τῶν Ἀγγέλων, ἐποπτεύσων χορείας, Θεῷ παρισταμένας, καὶ βοώσας ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σὺ τὸν Θεὸν ἠγάπησας, ἐκ ψυχῆς μέχρις αἵματος, πρὸς τὴν ἁμαρτίαν, Ἀθλητὰ μακάριε, ἀντικαθιστάμενος, καὶ δυσμενεῖς τρεπόμενος, καὶ νικητικοῖς, κεκοσμημένος στεφάνοις, προθύμως ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς εὐπρεπὲς ἀνάθημα, διαυγὴς ὡς Ὑάκινθος, ὡς ὡραιοτάτη, ἁλουργὶς ἐκόσμησας, ναὸν τὸν οὐράνιον, τὰ τῶν Ἁγίων Ἅγια, ταῖς μαρτυρικαῖς, μαρμαρυγαῖς ὡραΐσας, ἀπαύστως ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.