ΑΚΥΛΑΝ ΜΕΛΩΔΗΜΑΣΙ

Τὸν ἱερόν, ἱερωτάτοις ὑμνήσωμεν, Ἀκύλαν μελῳδήμασι· καὶ ἐκβοήσωμεν, ταῖς αὐτοῦ ἱκεσίαις, οἰκτίρμον πάντας σῶσον, ὡς ὑπεράγαθος.

Ὅλον σαυτόν, Μάκαρ δοχεῖον τοῦ Πνεύματος, φωτοειδὲς ἐτέλεσας, καταστραπτόμενος, ταῖς αὐτοῦ φωταυγίαις· διὸ τοὺς ἐν τῷ σκότει, ἐφωταγώγησας.

Νόμοις Χριστοῦ, ὀχυρωθεὶς τὴν διάνοιαν, τὸ τῶν ἀνόμων φρύαγμα, ὅλον κατέλαβες, καὶ εἰδώλων τεμένη, κατέστρεψας ἀθλήσας θεομακάριστε.

Καθαρτικαῖς, σῶν πρεσβειῶν ἐπιδόσεσι, τὰ τῶν σωμάτων Ἔνδοξε, καὶ τῶν ψυχῶν ἡμῶν, ἀποκάθαρον πάθη, πιστῶς ἐπιτελούντων, τὴν θείαν μνήμην σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ