ΘΑΛΑΜΟΣ ΥΠΕΡΤΙΜΟΣ ΟΥΤΟΣ, ΘΕΟΓΕΝΝΗΤΟΡ
Θάλαμος ὑπέρτιμος οὗτος, Θεογεννῆτορ ἡ σορός σου, ὤφθη τὴν τιμίαν σου Ζώνην, καὶ τὴν Ἐσθῆτα παρθενικήν, ὡς στολήν, καὶ νυμφικὴν ὡς ἔχουσα, καὶ συντηροῦσα ὡς ζωῆς θησαυρόν.
Ναὸν ἐκμιμούμενον πᾶσαν, τῶν οὐρανῶν τὴν εὐκοσμίαν, σήμερον πιστοὶ τῆς Παρθένου, κατειληφότες ταῖς τῶν θαυμάτων αὐγαῖς, ὥσπερ ἀστράσι λάμπουσι, καταυγαζόμεθα τῇ χάριτι.
Ἔχει τὴν ἁγίαν σου Ζώνην, Θεογεννῆτορ ἡ σὴ πόλις, καὶ τὴν σὴν Ἐσθῆτα ὡς τεῖχος, καὶ τῶν δογμάτων θείαν ἑνότητα, καὶ ὀρθοδόξων καύχημα, καὶ Βασιλέων τροπαιούχημα.
Ὑμνοῦμεν τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστόν σου χάριν· σὺ γὰρ εἶ πηγὴ τῆς σοφίας, ἐξ ἧς ὁ λόγος, πᾶσι προέρχεται, τοῖς σὲ τιμῶσιν, Ἄχραντε, καὶ μεγαλύνουσι τὸν τόκον σου.