ΙΔΟΥ ΣΕ ΤΗΝ ΚΛΙΝΗΝ ΣΟΛΟΜΩΝ
Ἰδοὺ σε τὴν κλίνην Σολομών, γεραίρομεν, χαρμοσύνοις μελῳδήμασι· καὶ τὴν τιμίαν σου, Ἐσθῆτα, ὡς ἄλλην κιβωτὸν ἁγιάσματος, κυκλοῦντες τὰς ἰάσεις λαμβάνομεν, τὰς σωτηρίους Ἀειπάρθενε.
Ὤφθη νῦν ἡ θεία σου σορός, κατέχουσα, τὴν Ἐσθῆτα τὴν τιμίαν σου, ὥσπερ πηγὴ φωτὸς Παρθένε, ἀκτῖνας ἰαμάτων ἐκπέμπουσα, καὶ σκότος νοσημάτων διώκουσα, ἥν μετὰ πόθου ἀσπαζόμεθα.
Σήμερον συγχαίρουσιν ἡμῖν, πανάμωμε, προσκυνήσει τῆς Ἐσθῆτός σου, πᾶσαι οὐράνιαι Δυνάμεις, Ἀπόστολοι, Προφῆται καὶ Μάρτυρες, καὶ Ὅσιοι καὶ Δίκαιοι ἅπαντες, Δέσποινα μόνη ἀειπάρθενε.
Ἡγίασται ἅπασα ἡ γῆ, πανάγιον, τοῦ Δεσπότου καταγώγιον, τῇ καταθέσει τῆς Ἐσθῆτος τῆς σῆς, καὶ ὁ Δαυΐδ ἐπαγάλλεται, τῆς πάλαι κιβωτοῦ προτυπούσης σε, τῇ καταπαύσει Ἀειπάρθενε.
Φαιδρὸν περιβόλαιον τὸ σόν, μαφόριον, ἐδωρήσω καὶ προτείχισμα, τῇ σὲ τιμώσῃ Βασιλίδι, τῶν πόλεων πασῶν ὡς Βασίλισσα, ἁπάντων ποιημάτων τυγχάνουσα, Θεοκυῆτορ Μητροπάρθενε.