Η ΣΟΡΟΣ Η ΚΑΤΕΧΟΥΣΑ, ΤΗΝ ΕΣΘΗΤΑ ΣΟΥ ΑΧΡΑΝΤΕ

Ἡ σορὸς ἡ κατέχουσα, τὴν Ἐσθῆτα σου Ἄχραντε, κιβωτὸς τοῖς δούλοις σου ἁγιάσματος, καὶ ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ' ἑκάστην γνωρίζεται, ἔνθα σήμερον, ἱερῶς ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος.

Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ἐσθὴς τιμία τῇ χάριτι. Προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, ἐξ αὐτῆς ἀπαρύσασθαι, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ, Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ σεσωσμένοι τῷ τόκῳ σου.

Τὴν ἁγίαν κατάθεσιν, τῆς Ἐσθῆτός σου Δέσποινα, ἑορτὴν κεκτήμεθα, εὐφραινόμενοι, ὅτι τῇ πόλει σου σήμερον, δοθῆναι ἠξίωσας, ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ