ΩΣ ΕΝ ΠΕΤΡΑ ΣΤΕΡΡΑ, ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΧΡΙΣΤΟΥ ΠΡΟΣΕΡΕΙΣΘΕΙΣΑ
Ὡς ἐν πέτρᾳ στερρᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας.
Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Xριστῷ, Mαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε.
Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἑπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ' ἐχθρῶν τε καὶ παθῶν, ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, παρθενομάρτυς Μαρῖνα πανεύφημε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.