ΥΨΗΛΟΤΑΤΩ ΝΟΙ, ΚΑΙ ΤΑΠΕΙΝΗ ΚΑΡΔΙΑ, ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΥΨΗΛΟΤΑΤΟΝ

Ὑψηλοτάτῳ νοΐ, καὶ ταπεινῇ καρδίᾳ, τοῦ Βασιλέως ὑψηλότατον, τὸν θρόνον δοξάσωμεν, τὴν παναγίαν Κόρην, καὶ κεχαριτωμένην.

Παστὰς Θεοῦ ἐκλεκτή, ἐν τῇ σεπτῇ σου ταύτῃ, παστάδι πίστει τὴν Ἐσθῆτά σου, κειμένην σεβόμεθα, ὡς κιβωτὸν ἁγίαν, καὶ εὐσεβούντων σκέπην.

Ἀνακαινίζεται πᾶς, ὁ προσιὼν ἐν πίστει, καὶ τὴν ἁγίαν ἀσπαζόμενος, σορὸν τὴν κατέχουσαν, τὴν σὴν ἁγνὴ Παρθένε, φωτοειδῆ Ἐσθῆτα.

Ῥύπου παντὸς ψυχικοῦ, καθαρτικὴ ὑπάρχει, ἡ σὴ Παρθένε παναμώμητε, σορὸς ἡ καλύπτουσα, τὴν τὸ σεπτόν σου σῶμα, καλύψασαν Ἐσθῆτα.

Θεογεννῆτορ ἁγνή, τὴν σὲ τιμῶσαν πόλιν, λιμοῦ σεισμοῦ τε καὶ κακώσεως, ἁπάσης περίσῳζε, καὶ ἐθνικῆς ἐφόδου, καὶ ἐναντιας βλάβης.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ