ΧΡΙΣΤΟΥ ΦΑΝΕΝΤΟΣ ΤΟΙΣ ΙΧΝΕΣΙΝ

Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα τοῦτον κατέλιπες, ἀλλ' ἀπελθοῦσα μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε· ὅθεν τὴν σήν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Σὺ ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθεῖσαν ἐν μνήματι, νυκτὸς παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· Καθὼς προέφη, Χριστὸς ἐγήγερται. Σπουδῇ τοῖς τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, σεμνὴ ἀνείληφας.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Σήμερον πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν τὸν σὲ νῦν δοξάζοντα, ὑπεράγαθον Κύριον, ὃν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα τὴν πρὸς αὐτόν, παρρησίαν πάντοτε, θεομακάριστε.
Τῷ ἑκουσίως πτωχεύσαντι τὴν πτωχείαν τὴν ἐμήν, ὑπερβολῇ εὐσπλαγχνίας, Χριστῷ τῷ Θεῷ, ἡ Μαγδαληνὴ Μαρία, ὡς μαθήτρια πιστῶς διακονήσασα, ἐπὶ ξύλου ταθέντα, καὶ τάφῳ συγκλεισθέντα, κατιδοῦσα ἐβόα δακρυρροοῦσα· Τὶ τὸ ξένον θέαμα; ὁ νεκροὺς ζωοποιῶν, πῶς νεκρὸς λογίζεται; Ποῖα μύρα κομίσω, τῷ ἀπαλλάξαντί με δυσωδίας τῶν δαιμόνων; Ποῖα δάκρυα χέω, τῷ δακρύων τὴν ἐμὴν μεταμφιάσαντι προμήτορα; Ἀλλ' ὁ τοῦ σύμπαντος Ἄναξ, ὡς Παραδείσου φύλαξ φανείς, δροσισμῷ τῶν αὐτοῦ ῥημάτων τὸν καύσωνα ἀφανίζει, λέξας πρὸς αὐτήν· Τοῖς ἀδελφοῖς μου πορευθεῖσα, εὐαγγέλια χαρᾶς ἀναβόησον· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὅπως παράσχω τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ