Ο ΤΡΙΕΤΗΣ ΜΕΝ ΤΟ ΣΩΜΑ
Ὁ τριετὴς μὲν τὸ σῶμα, τὴν δὲ ψυχὴν πολιός, ὁ φερωνύμως κήρυξ, γεγονὼς τοῦ Δεσπότου, μητρῴων ἀποσπᾶται ἐξ ἀγκαλῶν, καὶ θυσία προσφέρεται, ὡς τριετίζουσα δάμαλις σὺν μητρί, Ἰουλίττῃ τῇ θεόφρονι.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Τῇ ἱερᾷ ξυνωρίδι, μητρὸς ὁμοῦ καὶ παιδός, τῇ ἀγωνισαμένῃ, καρτερῶς καὶ γενναίως, προσάξωμεν δεήσεις, ὅπως Χριστῷ, ἀδιαλείπτως πρεσβεύωσιν, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τὴν ἱεράν, τούτων μνήμην ἐκτελούντων ἀεί.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Δεῦτε φιλέορτοι πάντες ἀνευφημήσωμεν, ἀρρενόφρονα γνώμην, γυναικείᾳ ἐν φύσει, στερρῶς ἀντεχομένην τῆς εἰς Χριστόν, εὐσεβείας καὶ πίστεως, καὶ καταβάλλουσαν τύραννον δυσσεβῆ, σὺν ἀθέῳ τῷ φρονήματι.
Ὁ τριετὴς τὴν Τριάδα ἐκήρυττε, καὶ γαλουχῶν τὴν μητέρα ἐστήριζε. Παῦσον ὦ μῆτέρ μου, τὸν ὀδυρμὸν τῶν δακρύων, ἄνωθεν ὁ Κτίστης βλέπει, καὶ σῴζει τὰς ψυχάς ἡμῶν.