ΑΓΓΕΛΟΙ ΠΑΝΑΧΡΑΝΤΕ ΑΓΝΗ, ΝΥΝ ΣΥΓΧΟΡΕΥΟΥΣΙΝ
Ἄγγελοι πανάχραντε Ἁγνή, νῦν συγχορεύουσιν, ἐν τῷ σεπτῷ σου ναῷ, καὶ περιέπουσι Δέσποινα, τὴν τιμίαν καὶ ἁγίαν σου, Ἐσθῆτα πόθῳ καὶ χαρᾷ, καὶ εὐφροσύνῃ πολλῇ προσκυνοῦντες, καὶ ἀνυμνοῦντες τὴν δόξαν τοῦ γένους ἡμῶν.
Ῥάβδος ἡ τὸ ἄνθος τῆς ζωῆς, ἀναβλαστήσασα, σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος ἄχραντε, μυροθήκη ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν ἀγαθῶν, τῶν ἀρωμάτων πηγή, ἐξ ἧς μύρα τῶν ἰαμάτων, ἐκβλύζει ἡ θεία σορός.
Ὑμνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖά σου, αἱ νοεραὶ στρατιαὶ ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, καὶ Ἀποστόλων ὁ χορός, Μαρτύρων πλήρωμα, καὶ Ὁσίων ἄπαν τὸ πλῆθος μεθ' ὧν προσκυνοῦμέν σε.