«Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν∙ ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας».
Ἰεσσαὶ ἐκ ῥίζης, χαῖρε ῥάβδος βλαστήσασα, χαῖρε ἀποτίστως ἀνθηφοροῦσα, ἄνθος τὸν Χριστὸν ὡραῖον, χαῖρε πῖον ὄρος, χαῖρε κατάσκιον∙ χαῖρε Θεοῦ ὄρος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος, πάντων ηὐδόκησε πρὸ τῶν αἰώνων.
Σιδηρᾷ σου ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως, ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας, τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν, ἀποσόβει πάθει, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρέ σοι Παρθένε κράζω.
Ὡραιώθης ὅλη, τὸν ὡραῖον ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων, Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία∙ διὸ σοι τὸ χαῖρε κράζομεν χαίροντες, χαῖρε Θεοτόκε, Ἀγνὴ κεχαριτωμένη, χαῖρε τῆς κτίσεως ἐνδοξοτέρα.
Δανιὴλ ὃ εἶδεν, ὄρος πρὶν ἀλατόμημον, Θεογεννῆτορ χαῖρε, ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος. Χαῖρε θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων, Ἀγγέλων ἁγιωτέρα, χαῖρε τῆς κτίσεως τιμιωτέρα.