Τετάρτη 27 Ιανουαρίου 2021

Ἡ θεορρήμων σου γλῶσσα ἐν τῷ κόσμῳ, ὥσπερ χρυσήλατος σάλπιγξ, ἐξ οὐρανοῦ ἀπηχήσασα, Ἱεράρχα Κυρίου, τὴν πλάνην ἀπήλασε.

 Ἡ θεορρήμων σου γλῶσσα ἐν τῷ κόσμῳ, ὥσπερ χρυσήλατος σάλπιγξ, ἐξ οὐρανοῦ ἀπηχήσασα, Ἱεράρχα Κυρίου, τὴν πλάνην ἀπήλασε.

Ἱερουργὲ τῶν ἀρρήτων μυστηρίων, μυστιπόλε τῶν ἄνω, καὶ τῆς Τριάδος ὑπέρμαχε, ἱκετεύων, μὴ παύσῃ, σωθῆναι τὴν ποίμνην σου.

Ὡς τῇ Τριάδι λατρεύων Ἱεράρχα, καὶ χορῷ τῶν Ἀγγέλων, συναυλιζόμενος Ὅσιε, ἱκετευων μὴ παύσῃ, σωθῆναι τοὺς δούλους σου.