ΟΝ ΣΤΡΑΤΙΑΙ ΟΥΡΑΝΩΝ ΔΟΞΑΖΟΥΣΙ.....

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥμαρτόν σοι, σῶσον, ἠνόμησα, ἐλέησόν με.

Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.

Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ μηλωτῇ Ἠλιού, δι' Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.

Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἠλιού, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.

Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώμῃ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυμφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.

Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή· οὗ τὴν φιλαργυρίαν, ἀπώθου κᾂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.

Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ.

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἑπταικότων.

Τὸν ἐν τῷ λάκκῳ, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένην.

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.

Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.

Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.

Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.

Τὴν Χαναναίαν, κᾀγὼ μιμούμενος· Ἐλέησόν με βοῶ, τῷ Υἱῷ Δαυΐδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.

Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.

Εἰ καὶ μηδείς, ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ, ὅμως δέξαι κᾀμέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ μετανοοῦντα, καὶ πόθῳ κεκραγότα· Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.

Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομῇ τῶν σῶν προβάτων.

Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ᾧ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Θαῦμα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμᾶς. Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν, κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσμοῦ με, τῆς ἀνομίας λύσιν, νῦν εὑρεῖν εὐχαῖς σου, Διδάσκαλε, Ὁσίων δόξα.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ