Τῶν Ἀποστόλων δυὰς ἱερωτάτη, ἕνα τῆς Τριάδος σε, ἐπισταμένη Χριστέ, νῦν παρὰ σοῦ ἀποστέλλεται, ἀγάγαι πῶλον, ὑποζυγίου υἱὸν ὡς γέγραπται, ἐφ΄ ᾧ ταπεινούμενος, καθίσεις εὔσπλαγχνε, τὴν ἐν ὑψίστοις θελήματι, καθέδραν πᾶσι, τοῖς σὲ ποθοῦσιν ἑτοιμαζόμενος, καὶ τοὺς ἀλόγοις ὑποκύψαντας, φρενοβλαβῶς Λόγε πάθεσι λογισμούς ἀπεργάσω. Ὡσαννά σοι ἀνακράζοντας.
Καθυποδέχου Σιὼν τὸν Βασιλέα, ἰδού σοι πρᾳότατος, ἤδη ἐφίσταται, ἐξαναστῆσαι τὸν Λάζαρον, καὶ καταλῦσαι, τὸ τοῦ θανάτου πικρὸν βασίλειον. Πληθὺς θεοσύλλεκτε, τῶν ἱερῶν Μοναστῶν, μετὰ Μιγάδων ἀθροίσθητε, καθυπαντῆσαι, μετὰ Βαΐων Χριστῷ κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, σῶσαι γένος βροτῶν διὰ πάθους Σταυροῦ, καὶ ἀπάθειαν πᾶσι, παρασχεῖν δι' ἀγαθότητα.
Ἕτερον Ποίημα Θεοδώρου
Ἦχος πλ. δ' Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ
Ὁ Σεραφὶμ τοῖς ἄνω φοβερός, Χριστὲ ἐποχούμενος, ὡς Θεός τε καὶ τῶν ὅλων ποιητής, αὐτὸς ἐν πώλῳ ἐπὶ γῆς, καθεσθῆναι ἐπείγεσαι, ὡς ὑπάρχων καθ' ἡμᾶς ἀνθρωπικῶς, ἡ Βηθανία ἀγάλλεται, ὡς δεχομένη σε Σωτήρ, Ἱεροσόλυμα χαίρει δέ, ὡς προσδοκῶντά σε λαβεῖν, θάνατος τέθνηκε, προαισθόμενος τὸν Λάζαρον, φοιτᾶν ἐκ τῶν νεκρῶν, καὶ ἡμεῖς τοῖς Βαΐοις, προϋπαντὴν τελοῦντες ἐν χαρᾷ, ἀνυμνοῦμεν τὸ κράτος, τῆς ἀγαθότητός σου Κύριε.