Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 27 Μαρτίου 2010

ΚΥΡΙΕ ΛΑΖΑΡΟΥ....

Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμῃ τάφον οἰκεῖν, ἐπηρώτας· Ποῦ τεθείκατε αὐτόν, μαθὼν δὲ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν ἐπόθεις· Λάζαρε δεῦρο ἔξω, καὶ ἐπήκουσεν ὁ ἄπνους, τῷ πνοὴν αὐτῷ διδόντι, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. (Δίς)

Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου, ἐπὶ τὸ μνῆμα ἦλθες Λαζάρου, καὶ ἐπὶ φίλῳ δάκρυα ῥάνας, νεκρὸν τετραήμερον ἤγειρας, ὁ στάχυς τῆς ζωῆς· διὸ θάνατος ἐδέθη φωνῇ, τὰ σπάργανα ἐλύθη χερσί· τότε χαρᾶς ἐπληροῦτο, τὸ στῖφος τῶν Μαθητῶν, καὶ μία παρὰ πάντων, ἐλειτουργεῖτο συμφωνία· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς. (Δίς)
Ἦχος πλ. β'
Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ ᾍδου τὰ βασίλεια, καὶ ὁ λόγος τῆς ἐξουσίας σου, ἤγειρεν ἐκ τάφου τετραήμερον, καὶ γέγονεν ὁ Λάζαρος, τῆς παλιγγενεσίας, προοίμιον σωτήριον. Πάντα δυνατά σοι Δέσποτα, τῷ πάντων Βασιλεῖ, δώρησαι τοῖς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Κύριε, πιστῶσαι θέλων τοὺς Μαθητάς σου, τὴν ἐκ νεκρῶν σου Ἔγερσιν, ἐν τῷ μνήματι Λαζάρου παραγέγονας, καὶ φωνήσαντός σου τοῦτον, ὁ ᾍδης ἐσκυλεύθη, καὶ ἀπέλυσε τὸν τετραήμερον, βοῶντά σοι· Εὐλογημένε Κύριε δόξα σοι.

Κύριε, παραλαμβάνων τοὺς Μαθητάς σου, ἐν Βηθανίᾳ παρεγένου, ἵνα ἐγείρῃς τὸν Λάζαρον, καὶ δακρύσας ἐπ αὐτόν, νόμῳ φύσεως ἀνθρωπίνης, ὡς Θεός, τοῦτον τετραήμερον ἥγειρας, καὶ ἐβόα σοι Σωτήρ· Εὐλογημένε Κύριε δόξα σοι.
Δόξα...
Ἰδιόμελον Ἦχος πλ. δ'
Ἐπιστὰς τῷ μνήματι Λαζάρου ὁ Σωτὴρ ἡμῶν, καὶ φωνήσας τὸν νεκρόν, ὡς ἐξ ὕπνου ἐξανέστησας, ἀπεσείσατο τὴν φθορὰν τῆς ἀφθαρσίας τῷ πνεύματι, καὶ συνεξῆλθε τῷ λόγῳ, δεδεμένος κειρίαις. Πάντα δύνασαι, πάντα σοι δουλεύει Φιλάνθρωπε, πάντα σοι ὑποτέτακται, Σωτὴρ ἡμῶν δόξα σοι.
Καὶ νῦν... Ἕτερον Ἰδιόμελον
Ἀνδρέου Τυφλοῦ
Τὴν ψυχωφελῆ πληρώσαντες Τεσσαρακοστήν, βοήσωμεν· Χαίροις πόλις Βηθανία, πατρὶς ἡ τοῦ Λαζάρου, χαίρετε Μάρθα καὶ Μαρία, αἱ τούτου ἀδελφαί, αὔριον Χριστός παραγίνεται, ζωῶσαι ῥήματι, τὸν τεθνεῶτα ἀδελφόν· οὗ φωνῆς ἀκούσας, ὁ πικρὸς καὶ ἀκόρεστος ᾍδης, φόβῳ τρομάξας, καὶ μέγα στενάξας, ἀπολύσει Λάζαρον, κειρίαις ἐσφιγμένον, οὗ τῷ θαύματι, δῆμος Ἑβραίων ἐκπλαγείς, μετὰ βαΐων καὶ κλάδων, αὐτῷ προσυπαντήσουσι, καὶ ὀφθήσονται εὐφημοῦντες παῖδες, ὃν φθονοῦσι πατέρες. Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Βασιλεὺς τοῦ Ἰσραήλ.