ΚΥΡΙΕ, ΣΥ ΤΟ ΑΣΘΕΝΕΣ ΤΗΣ ΑΝΘΡΩΠΩΝ, ΩΣ ΕΠΙΣΤΑΜΕΝΟΣ ΦΥΣΕΩΣ, ΖΩΣΟΝ ΕΝ ΚΑΙΡΩ ΤΗΣ ΝΗΣΤΕΙΑΣ...
Κύριε, σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν σου τὸ ἔλεος.
Κύριε σὺ τὸν Ἀθλοφόρον ἐκ σκότους, πρὸς φῶς τῆς θείας σκηνώσεως τῇ τοῦ Παρακλήτου ἐμπνεύσει, ὡς ἀγαθὸς μετεποίησας, καὶ κραταιὸν κατ' ἐχθρῶν, ἀνέδειξας ὁπλίτην σου· διὰ τοῦτο ἀριστεύων, ἐδόξασέ σε φιλάνθρωπε.
Κύριε, σὺ ταῖς τῶν Μαρτύρων πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, φύλαξον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν νοουμένων πτερύγων σου, καὶ καθαρῶς καὶ ἁγνῶς, ἀξίωσον θεάσασθαι, τὴν τριήμερόν σου Λόγε, ἐξανάστασιν ὡς εὔσπλαγχνος.