Τετάρτη 24 Μαρτίου 2010

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ...

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἡ κούφη νεφέλη τοῦ φωτός, ἡ ἀπειρόγαμος, διευτρεπίσθητι, ἰδοὺ ὁ Ἥλιος ἄνωθεν, ἐπιλάμψει σοι ὁ ἄδυτος, πρὸς μὲν ὀλίγον ἐπὶ σοὶ κατακρυπτόμενος, τῷ δὲ κόσμῳ, φαίνων καὶ λύων κακίας τὴν ζόφωσιν.

Ἀγγέλων ὁ πρῶτος λειτουργός, προσεπαφίησι σοι, φωνὴν χαρμόσυνον, καταμηνύων σοι Ἄχραντε, τὸν μεγάλης βουλῆς Ἄγγελον, σαρκωθησόμενον ἐκ σοῦ δι' ἀγαθότητα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὡς ῥόδον κοιλάδων καθαρόν, ὡς κρίνον εὔοσμον κατανοήσας σε, ὁ πλαστουργὸς ἡμῶν Κύριος, νῦν ἠράσθη σου τοῦ κάλλους Ἁγνή, καὶ σαρκωθῆναι ἐκ τῶν σῶν, αἱμάτων βούλεται, τὸ δυσῶδες, ὅπως διώξῃ τῆς πλάνης χρηστότητι.

Πατρὸς δεξιόθεν οὐκ ἐκστάς, ἐν σοὶ τὴν οἴκησιν, μέλλει ποιήσασθαι, ὁ ὑπερούσιος Ἄχραντε, ὅπως στήσῃ δεξιᾷ αὐτοῦ, σὲ τὴν πλησίον καὶ καλήν, οἷα Βασίλισσαν, δεξιάν τε, πᾶσι προτείνῃ πεσοῦσι, καὶ σώσῃ ἡμᾶς.