ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ, ΤΟΝ ΑΡΡΗΤΩ ΣΟΦΙΑ, ΗΚΟΝΤΑ...

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Μετὰ πολλοὺς τοὺς καμάτους, μετὰ πόνους μυρίους, ἱδρῶτάς τε καὶ θλίψεις ἀληθῶς, πρὸς τὸν λιμένα κατέπαυσας, τὸν οὐράνιον φέρων, τὸν πλοῦτον τῶν ἐνθέων ἀρετῶν, ἱερώτατε Πάτερ, Ὁσίων ἐγκαλλώπισμα.

Ἡμερινὸν ὡς ἀστέρα, ὡς Πνεύματος οἶκον, ὡς ῥόδον εὐωδίας μυστικῆς, Πάτερ ὑπάρχων ἀνάπλεων, ὡς ὑψίκομον δένδρον, ὡς δόξης αἰωνίου κοινωνόν, ὡς σοφὸν Ἱεράρχην, τιμῶμέν σε Ἰάκωβε.

Αἱ τῶν δακρύων λιβάδες, ἐν τῇ γῇ τῆς καρδίας, πεμπόμεναι πλουσίως ἀληθῶς, στάχυν ἐξέθρεψαν ὥριμον, τὰς ψυχὰς τῶν ἐν πίστει, τιμώντων σε ἐκτρέφοντα ἀεί, Ἱεράρχα θεόφρον, Πατὴρ ἡμῶν, Ἰάκωβε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ