ΕΠΑΡΘΕΝΤΑ ΣΕ ΙΔΟΥΣΑ Η ΕΚΚΛΗΣΙΑ...

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Τὸ Μυστήριον τὸ πάλαι πρὸ τῶν αἰώνων, προορισθὲν φανέρωσιν, ἄρχεται λαμβάνειν, γῆ καὶ τὰ οὐράνια, συμφώνως εὐφράνθητε, καὶ χαρμονικῶς ἀλαλάξατε.

Τὸ Παλάτιον τὸ μέγα τοῦ Βασιλέως, τῶν ἀκοῶν διάνοιξον τὰς θείας εἰσόδους· ἤδη γὰρ ἐλεύσεται, Χριστὸς ἡ ἀλήθεια, καὶ κατασκηνώσει ἐν μέσῳ σου.

Τῆς Προμήτορος τὸν ὄλισθον ἀνορθώσων, ὁ λυτρωτὴς ὀφθήσεται, ἐν ἀπειρογάμῳ, μήτρᾳ οἰκιζόμενος· Αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἀββακούμ, σὲ προηγόρευσε πάλαι Ὄρος, ταῖς ἀρεταῖς κατάσκιον, ἐξ οὗ φανεροῦσθαι, μέλλει ὁ Θεὸς ἡμῶν, Παρθένε πανάμωμε, μόνη τῶν βροτῶν ἐγκαλλώπισμα.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ