Πέμπτη 25 Μαρτίου 2010

ΕΙΣ ΝΑΖΑΡΕΤ...

Κατοικτειρήσας τὸ ποίημα ὁ Πλάστης, σπλάγχνοις τοῖς οἰκείοις τε κατακαμπτόμενος, Κόρης ἐν μήτρᾳ Θεόπαιδος, οἰκῆσαι σπεύδει, πρὸς ἣν ὁ μέγας ἦλθεν Ἀρχάγγελος. Χαῖρε προσφθεγγόμενος, Θεοχαρίτωτε, νῦν μετὰ σοῦ ὁ Θεὸς ἡμῶν, μὴ πτοηθῇς με, τοῦ Βασιλέως τὸν Ἀρχιστράτηγον· εὗρες γὰρ χάριν, ἣν ἀπώλεσεν, Εὔα τὸ πρὶν ἡ Προμήτωρ σου, καὶ συλλήψῃ καὶ τέξῃ, τοῦ Πατρὸς τὸν ὁμοούσιον.

Ξένος ἐστί σου ὁ λόγος καὶ ἡ θέα, ξένα σου τὰ ῥήματα καὶ τὰ μηνύματα, ἡ Μαριὰμ πρὸς τὸν Ἄγγελον, μὴ με πλανήσῃς, Κόρη ὑπάρχω γάμου ἀμύητος, λέγεις ὡς συλλήψομαι τὸν ἀπερίληπτον, καὶ πῶς χωρήσει ἡ μήτρα μου, ὃν τὰ μεγέθη, τῶν οὐρανῶν χωρῆσαι οὐ δύνανται; Τοῦ Ἀβραὰμ σε διδαξάτω πρίν, ἡ καλύβη, Θεὸν ἡ χωρήσασα, προτυποῦσα Παρθένε, τὴν Θεόδεκτον γαστέρα σου.

Εἰς Ναζαρὲτ νῦν τὴν Πόλιν ἐπιφθάσας, Πόλιν σὲ τὴν ἔμψυχον τοῦ Βασιλέως Χριστοῦ, ὁ Γαβριὴλ κατασπάζεται, βοῶν σοι· Χαῖρε, εὐλογημένη Θεοχαρίτωτε, ἕξεις ἐν νηδύϊ σου Θεὸν σαρκούμενον, καὶ διὰ σοῦ τὸ ἀνθρώπινον, πρὸς τὸ ἀρχαῖον, δι' εὐσπλαγχνίαν ἀνακαλούμενον· Εὐλογημένος τῆς κοιλίας σου, θεῖος καρπὸς ὁ ἀθάνατος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος α'
Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον Ἁγνήν, μηνῦσαί σοι τὸν λόγον τῆς σωτηρίας· ἅμα δὲ καὶ καλέσαι σε· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, τέξῃς Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.