Πέμπτη 25 Μαρτίου 2010
ΔΕΥΤΕ ΠΡΟ ΤΕΛΟΥΣ ΠΑΝΤΕΣ
Δεῦτε πρὸ τέλους πάντες ἀδελφοί, ἐν καθαρᾷ καρδίᾳ, προσέλθωμεν τῷ εὐσπλάγχνῳ Θεῷ, τὰς βιωτικὰς περιστάσεις ἀπορρίψαντες, τῶν ψυχῶν τὴν φροντίδα ποιησώμεθα, τῶν βρωμάτων τὰς ἡδονάς, δι' ἐγκρατείας βδελυξάμενοι, τῆς ἐλεημοσύνης ἐπιμελησώμεθα· δι' αὐτῆς γὰρ ὡς γέγραπται, ἔλαθόν τινες ξενήσαντες Ἀγγέλους, θρέψωμεν διὰ τῶν πενήτων, τὸν θρέψαντα ἡμᾶς οἰκεία σαρκί, ἐνδύσωμεν ἑαυτούς, τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, ἵνα ταῖς πρεσβείαις τῆς ἀχράντου Θεοτόκου, καὶ Παρθένου Μητρός, τῆς ἀφέσεως τυχόντες τῶν ἁμαρτιῶν, ἐν κατανύξει πρὸς αὐτὸν ἐκβοήσωμεν· Κύριε ῥῦσαι ἡμᾶς, τῆς ἐξ εὐωνύμων ἀποφάσεως, καὶ ἀξίωσον ἡμᾶς, τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.