Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 25 Μαρτίου 2010

ΕΝ ΤΩ ΜΗΝΙ ΤΩ ΕΚΤΩ

Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον καὶ Ἁγνήν, μηνῦσαί σοι τὸν λόγον τῆς σωτηρίας, ἅμα δὲ καὶ καλέσαι σε· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ· τέξῃ Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.
Ὁ αὐτὸς Ἀνατολίου
Ἐν τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη οὐρανόθεν Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐν πόλει τῆς Γαλιλαίας Ναζαρέτ, κομίσαι τῇ Κόρῃ χαρᾶς εὐαγγέλια, καὶ προσελθὼν πρὸς αὐτὴν ἐβόησε λέγων· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, χαῖρε δοχεῖον τῆς ἀχωρήτου φύσεως· ὃν γὰρ οὐρανοὶ οὐκ ἐχώρησαν, ἡ νηδύς σου κεχώρηκεν εὐλογημένη· Χαῖρε σεμνή, τοῦ Ἀδὰμ ἡ ἀνάκλησις, καὶ τῆς Εὔας ἡ λύτρωσις, καὶ χαρὰ τοῦ κόσμου, καὶ ἀγαλλίασις τοῦ γένους ἡμῶν.
Ὁ αὐτὸς
Ἀπεστάλη Ἄγγελος Γαβριήλ, οὐρανόθεν ἐκ Θεοῦ, πρὸς Παρθένον ἀμόλυντον, εἰς πόλιν τῆς Γαλιλαίας Ναζαρέτ, εὐαγγελίσασθαι αὐτῇ τοῦ ξένου τρόπου τὴν σύλληψιν. Ἀπεστάλη δοῦλος ἀσώματος, πρὸς ἔμψυχον πόλιν καὶ πύλην νοεράν, μηνύσαι Δεσποτικῆς παρουσίας τὴν συγκατάβασιν. Ἀπεστάλη στρατιώτης οὐράνιος, πρὸς τὸ ἔμψυχον τῆς δόξης Παλάτιον, προετοιμάσαι τῷ Κτίστῃ κατοικίαν ἄληκτον, καὶ προσελθὼν πρὸς αὐτὴν ἐκραύγαζε· Χαῖρε θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα, Χαῖρε καθέδρα, Βασιλικὴ οὐράνιε, χαῖρε ὄρος ἀλατόμητον, δοχεῖον πανέντιμον· ἐν σοὶ γὰρ πᾶν τὸ πλήρωμα κατῴκησε, τῆς Θεότητος σωματικῶς, εὐδοκίᾳ Πατρός ἀϊδίου, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Δόξα... Καὶ νῦν...
Ἦχος β' Κοσμᾶ Μοναχοῦ
Εὐαγγελίζεται ὁ Γαβριὴλ τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς, Ἀρχάγγελός εἰμι, ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.

Εἰς τὸν Στίχον Στιχηρὰ Ἰδιόμελα.
Ἦχος δ'
Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, καὶ χαίρειν αὐτῇ προσειπών, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Στίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν. Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ἰδοὺ ἡ ἀνάκλησις νῦν ἐπέφανεν ἡμῖν, ὑπὲρ λόγον ὁ Θεὸς τοῖς ἀνθρώποις ἑνοῦται, Ἀρχαγγέλου τῇ φωνῇ ἡ πλάνη ἐκμειοῦται· ἡ Παρθένος γὰρ δέχεται τὴν χαράν, τὰ ἐπίγεια γέγονεν οὐρανός, ὁ κόσμος λέλυται τῆς ἀρχαίας ἀρᾶς. Ἀγαλλιάσθω ἡ κτίσις καὶ φωναῖς ανυμνείτω. Ὁ ποιητὴς καὶ λυτρωτὴς ἡμῶν, Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ἀνδρέου Ἱεροσολυμίτου
Σήμερον χαρᾶς Εὐαγγέλια, παρθενικὴ πανήγυρις, τὰ κάτω τοῖς ἄνω συνάπτεται, ὁ Ἀδὰμ καινουργεῖται, ἡ Εὔα τῆς πρώτης λύπης ἐλευθεροῦται, καὶ ἡ σκηνὴ τῆς καθ' ἡμᾶς οὐσίας τῇ θεώσει τοῦ προσληφθέντος φυράματος, ναὸς Θεοῦ κεχρημάτικεν. Ὦ Μυστήριον! ὁ τρόπος τῆς κενώσεως ἄγνωστος, ὁ τρόπος τῆς συλλήψεως ἄφραστος, Ἄγγελος λειτουργεῖ τῷ θαύματι, παρθενικὴ γαστὴρ τὸν Υἱὸν ὑποδέχεται, Πνεῦμα Ἅγιον καταπέμπεται, Πατὴρ ἄνωθεν εὐδοκεῖ, καὶ τὸ συνάλλαγμα, κατὰ κοινὴν πραγματεύεται βούλησιν, ἐν ᾧ, καὶ δι' οὗ σωθέντες, συνῳδὰ τῷ Γαβριήλ, πρὸς τὴν Παρθένον βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ἐξ ἧς ἡ σωτηρία, Χριστὸς ὁ Θεός ἡμῶν, τὴν καθ' ἡμᾶς προσλαβόμενος φύσιν, πρὸς ἑαυτὸν ἐπανήγαγεν· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.