Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 18 Μαρτίου 2010

...... ΓΕΓΟΝΑ ΠΡΟΣΚΟΜΜΑ ΤΩΝ ΑΝΘΡΩΠΩΝ....

Στίχ. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ...

Ἅπας ὁ βίος μου μετὰ πορνῶν, καὶ τελωνῶν ἐκδεδαπάνηται, ἄρα δυνήσομαι κᾂν ἐν γήρᾳ, μεταγνῶναι ἅπερ ἐξήμαρτον; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐκέκραξα πρὸς σὲ Κύριε, Κύριε...

Βάρει συνέχομαι ἀμελείας, τῷ βορβόρῳ ἐγκυλινδούμενος, βέλει κεντούμενος τοῦ Βελίαρ, καὶ μολύνω τὸ κατ' εἰκόνα μου. Ἐπιστροφεῦ ἀμελούντων, καὶ λυτρωτὰ ἑπταισμένων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Πρόσχες πρὸς τὴν δέησίν μου...

Γέγονα πρόσκομμα τῶν ἀνθρώπων, γεωργήσας ὡς γηγενής, γεηρά· γάμῳ ὡμίλησα σῇ προστάξει, καὶ παρέβην μιάνας κοίτην ἐμήν, ὁ ἀπὸ γῆς πλαστουργήσας, τὸ πλάσμα σου μὴ παρίδῃς, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με...

Δήμιος γέγονα τῇ ψυχῇ μου, τῆς σαρκός μου πρόνοιαν ποιησάμενος, δαίμοσι παίγνιον κατεστάθην, ἡδοναῖς δουλεύων καὶ ἀτοπήμασι· τῇ εὐσπλαγχνίᾳ σου φεῖσαι, φυγαδευτὰ τῶν δαιμόνων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου...

Ἑκὼν ἐξήμαρτον ὑπὲρ πάντας, διὰ τοῦτο ἐγκαταλέλειμμαι, ἔχω ἀντίδικον τῆς ψυχῆς μου, τῆς σαρκὸς τὸ φρόνημα καὶ σκοτίζει με. Ὁ φωτισμὸς τῶν ἐν σκότει, καὶ ὁδηγὸς πλανωμένων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Ζήσεται ἔλεγεν ὁ Προφήτης, ἡ ψυχή μου Κύριε, καὶ αἰνέσει σε, ζήτησον πρόβατον πλανηθέν με, καὶ ἀρίθμησόν με τῇ ποίμνῃ σου· δός μοι καιρὸν μετανοίας, ἵνα στενάζων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε...

Ἥμαρτον ἥμαρτον ἀθετήσας, τὰ προστάγματά σου Χριστὲ ὁ Θεός, ἵλεως γενοῦ μοι, ὦ Εὐεργέτα, ἵνα βλέψω τοῖς ἔνδοθεν ὀφθαλμοῖς, καὶ ἀποφύγω τοῦ σκότους, καὶ μετὰ φόβου βοήσω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα...

Θῆρές με ἄγριοι περιέσχον, ἀλλ' ἐξ αὐτῶν με ἅρπασον Δέσποτα· θέλεις γὰρ ἅπαντας τοῦ σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πάντας ἀνθρώπους ὡς Κτίστης, καὶ μετὰ πάντων με σῶσον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς Κύριε...

Ἴαμα γίνου μοι Εὐεργέτα, λυτρωτὰ σωτήρ μου καὶ μὴ ἀπώσῃ με, ἴδε με κείμενον ἀνομίαις, καὶ ἀνάστησόν με ὡς παντοδύναμος, ἵνα κᾀγὼ ἐξαγγέλλω, τὰς πράξεις μου καὶ βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε...

Κρύψας τὸ τάλαντον τὸ δοθέν μοι, ὡς ἀγνώμων δοῦλος τῇ γῇ κατέχωσα· καὶ γὰρ ὡς ἄχρηστος κατεκρίθην, καὶ οὐ τολμῶ λοιπὸν ἐξαιτῆσαί σοι, ὡς ἀνεξίκακος οἴκτειρόν με, ἵνα κᾀγὼ ἀνακράζω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός...

Λίμνην ἐξήρανας παθημάτων, τῆς Αἱμορροούσης ἁφῇ κρασπέδου σου, λήψομαι ἄφεσιν ἐγκλημάτων, ἀδιστάκτῳ πίστει σοι προσερχόμενος. Δέξαι κᾀμὲ ὡς ἐκείνην, καὶ ἴασαί μου τὸ ἄλγος. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος...

Μέλλεις καθέζεσθαι ἐπὶ θρόνου, ὁ ποιήσας λόγῳ τὸν οὐρανὸν καὶ τὴν γῆν, μέλλομεν ἅπαντες παραστῆναι, ἐξαγγέλλοντές σοι τὰς ἁμαρτίας ἡμῶν, πρὸ τῆς ἡμέρας ἐκείνης, ἐν μετανοίᾳ με δέξαι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη...

Νεῦσον τῷ ὄμματι τῷ εὐσπλάγχνῳ, καὶ γενοῦ μοι ἵλεως μόνε Σωτήρ, νάματα δώρησαι ἰαμάτων, τῇ ἀθλίᾳ μου καὶ ταλαιπώρῳ ψυχῇ, ἀπόσμηξον ἐκ τοῦ ῥύπου, τῶν ἔργων μου ἵνα μέλψω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ...

Ξίφη ηὐτρέπισεν ὁ Βελίαρ, ἐκθηρεῦσαι σπεύδων τὴν ταπεινήν μου ψυχήν, ξένον ἐποίησέ με Οἰκτίρμον, φωτισμοῦ τῆς γνώσεως τοῦ προσώπου σου. Ὁ κραταιὸς ἐν ἰσχύϊ, τούτου σκευῶν ἅρπασόν με· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου...

Ὅλος τοῖς πάθεσιν ἐδουλώθην, ἐγκαταλείψας νόμον καὶ θείας γραφάς, ὅλον με ἴασαι εὐεργέτα, δι' ἐμὲ κατ' ἐμὲ γεγονὼς ἀγαθέ, ἐπίστρεψόν με οἰκτίρμον, ὁ τῶν παθῶν καθαιρέτης. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς...

Πόρνη τοῖς δάκρυσι καταβρέχει, τοὺς ἀχράντους τε καὶ τιμίους πόδας σου, πάντας προτρέπουσα τοῦ προστρέχειν, καὶ λαμβάνειν λύσιν τῶν ἐγκλημάτων αὐτῶν. Αὐτῆς τὴν πίστιν παράσχου, κᾀμοὶ Σωτήρ του βοᾶν σοι, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ῥύπον καθάρισον τῆς ψυχῆς μου, ὁ δι' ἐμὲ πτωχεύσας καὶ νηπιάσας σαρκί, ῥανίδα ἐλέους σου καταπέμψας, τῷ ἀσθενεῖ καὶ τεθλασμένῳ Χριστέ, ἀπόπλυνον ἐκ τοῦ ῥύπου, ἰάτρευσον ἀσθενοῦντα. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Στήριξον Δέσποτα τὴν ψυχήν μου, σοὶ προστρέχειν καὶ σοὶ δουλεύειν ἀεί· σκέπη ὑπάρχεις γάρ μου καὶ φύλαξ, καὶ ἀντίληψίς καὶ βοήθεια, ἀξίωσον Θεὲ Λόγε, βοᾶν με ἐν παρρησίᾳ· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τεῖχος ἀπόρθητον ἡμῖν γενοῦ, Ἰησοῦ Σωτὴρ καὶ ἐλεῆμον Θεέ· τρόποις καὶ ἔργοις ἀπατηλοῖς γάρ, συμπεπτώκαμεν, ἀλλ' ἀνάστησον, ὡς εὐεργέτης τὸ πλάσμα, καὶ διαλλάγηθι ὡς οἰκτίρμον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Υἱὸς ὁ ἄσωτος ἐγενόμην, διασκορπίσας τὸν πλοῦτον, λιμῷ νῦν τήκομαι, ὑπὸ τὴν σκέπην σου καταφεύγω, ὥσπερ ἐκεῖνον δέξαι με Πάτερ ἀγαθέ, καὶ μέτοχον τῆς τραπέζης, ἀξίωσον τοῦ βοᾶν σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Φθόνῳ ἐξέβαλε Παραδείσου, τὸν πρωτόπλαστον ὁ ἀρχέκακος, φάσκων τὸ Μνήσθητι ἐπὶ ξύλου, ὁ Λῃστὴς ἀπέλαβε τὸν Παράδεισον, ἐγὼ δὲ πίστει καὶ φόβῳ, τὸ Μνήσθητί μου, βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Χεῖρά μοι ἔκτεινον ὡς τῷ Πέτρῳ, καὶ ἀνάγαγε τοῦ βυθοῦ ὁ Θεός, χάριν καὶ ἔλεός μοι παράσχου, τῇ πρεσβείᾳ τῆς παναμώμου Μητρός, τῆς σὲ τεκούσης ἀσπόρως, καὶ τῶν Ἁγίων σου πάντων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ψάλλοντα, δέξαι με καθ' ἑκάστην, ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν μου, ψυχὴν καὶ σῶμά μου ὁλοκλήρως, εἰς τὰς χεῖράς σου παρατίθημι, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ, χρεωστικῶς ἐκβοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὢ τῆς ἀφάτου σου εὐσπλαγχνίας, ὑπεράγαθε ἀνεξίκακε Κύριε! ὦ ἀναμάρτητε καὶ οἰκτίρμον, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, ὅπως κᾀγὼ εὐχαρίστως, χαίρων καὶ ψάλλων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.