ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ....

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς σε μακαρίζομεν».

Ἰδεῖν Ἁγίων τερπνὰς λαμπρότητας, ἀπολυθεὶς σαρκός, κατηξιώθης Πανόλβιε, καὶ Ἀγγέλων συνήφθης στρατεύμασι, μέλπων ἀεὶ σὺν τούτοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος.

Ὡς φῶς παμμάκαρ, ὡς μέγας ἥλιος, ἐν οὐρανῷ Χριστοῦ τῆς Ἐκκλησίας ὁρώμενος, ταῖς τῶν ἄθλων φεγγοβόλοις λάμψεσι, καὶ θαυματουργημάτων, θείαις λαμπρότησι, πάντων καταυγάζεις, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.

Σαυτὸν τῶν ἄθλων ταῖς ὡραιότησι, πανευκλεῶς θεόθεν, Ἀθλοφόρε ὡραΐσας, καὶ Χριστῷ τῷ ὡραίῳ παρίστασαι, στέφος δικαιοσύνης, νῦν περικείμενος· ὅθεν σε τιμῶμεν οἱ πιστοὶ ἐπαγαλλόμενοι.

Ἡ γῆ τῇ θείᾳ ταφῇ ἡγίασται, τοῦ Ἱεροῦ Βασίλειε καὶ θείου σου σώματος, τῶν Δικαίων ἐσκίρτησαν πνεύματα, μέσον αὐτῶν τὸ πνεῦμά σου μάκαρ ἔχοντα, μεθ' ὧν πάντων μέμνησο, ἡμῶν τῶν μεμνημένων σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ