ΩΣ ΑΣΤΗΡ ΑΝΑΤΕΤΑΛΚΑΣ...
Ὡς ἀστὴρ ἀνατέταλκας, καὶ πιστοὺς κατεφώτισας, ἱεραῖς λαμπρότησι τῶν δογμάτων σου, καὶ τὰς αἱρέσεις ἐσκότασας, καὶ τέλεον ἔτρεψας, καὶ ὡς δοῦλος τὸ δοθέν, πλεονάσας σου τάλαντον, εὐηρέστησας, τῷ Δεσπότῃ θεόφρον, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Κύριλλε.
Τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῷ φέγγει τοῦ βίου σου, ὡς ἀστὴρ πολύφωτος ἀξιάγαστε, μέσον Συνόδου διέλαμψας, Πατέρων τὸν ἄθεον, Μακεδόνιον νευραῖς, ἀποπνίξας τῆς χάριτος, εἰς τὸ Ἅγιον, καὶ ζωῶσαν τὰ πάντα θεῖον Πνεῦμα, βλασφημήσαντα ἀφρόνως, καὶ προφανῶς ἀνομήσαντα.
Νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ παράφρονος Μάνεντος, στηλιτεύσας κάλλιστα καὶ σοφώτατα, τὰ βορβορώδη, διδάγματα, τῆς τούτου σκαιότητος, Διδασκάλων ἀρχηγέ, ἱερέων εὐπρέπεια, θεῖε πρόμαχε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, τὴν ἁγίαν γεγηθότες, ἐπιτελοῦμέν σου κοίμησιν.