ΤΑΙΣ ΒΑΦΑΙΣ ΤΑΙΣ ΕΞ ΑΙΜΑΤΟΣ...

Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, ἑαυτὰς ὡραΐσασαι, τῷ ὡραίῳ κάλλει, κόραι νεάνιδες, ἀδιαφθόρως συνήφθητε, Χριστῷ τῷ Θεῷ ἡμῶν, συντηροῦντι τὴν ὑμῶν, παρθενίαν ἀμόλυντον, εἰς ἀκήρατον, ἀφθαρσίας νυμφῶνα, εἰς θαλάμους, οὐρανίους εἰς παστάδα, ἀχειροποίητον Μάρτυρες.
Ατελεῖ ἐν τῷ σώματι, καὶ τελείῳ φρονήματι, παλαμναῖον δράκοντα, τὸν ἀρχέκακον, κατεπαλαίσατε ἔνδοξοι, δυνάμει τοῦ Πνεύματος, καὶ ἀνίσχυρον αὐτοῦ, τὴν ἰσχύν ἀπεδείξατε· ὅθεν ἤρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ὑπέρμαχοι.
Καὶ τὰ μέλη στρεβλούμεναι, καὶ πυρὶ δαπανώμεναι, σιδηροῖς τε ὄνυξι σπαραττόμεναι, καὶ ἐπὶ ξύλου κρεμάμεναι, καὶ ξίφει τεμνόμεναι, οὐκ ἠρνήσασθε Χριστόν, ἀθληφόροι πανεύφημοι· ὅθεν εὕρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ἰσάριθμοι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ