ΧΡΙΣΤΟΥ Ο ΜΕΓΑΣ ΚΑΙ ΘΕΙΟΣ ΠΡΟΔΡΟΜΟΣ, ΣΤΕΙΡΩΤΙΚΑΣ ΝΥΝ ΠΥΛΑΣ
Χριστοῦ ὁ μέγας καὶ θεῖος Πρόδρομος, στειρωτικὰς νῦν πύλας, διανοίξας αὐλίζεται, ὡς ἐν βασιλείοις ἐν νηδύϊ μητρός· ὃς τις ὡς στρατιώτης, προεξελεύσεται, τοῦ Παμβασιλέως τάς ὁδοὺς ἐτοιμαζόμενος.
Θεοῦ Προφῆτα πρεσβῦτα χόρευε, ἕξεις υἱόν, οὗ μείζων ἐν βροτοῖς οὐκ ἐγήγερται, Ἰωάννην Κυρίου τὸν Πρόδρομον· Σκίρτησον Ἐλισάβετ· γῆ πᾶσα γήθησον, αἴνεσιν τῷ πάντων Ποιητῇ Θεῷ προσάγουσα.
Ἡμῶν τῶν πίστει ἀνευφημούντων σε, μέμνησο νῦν Προφῆτα τοῦ Κυρίου καὶ Πρόδρομε, ψυχικῶν ἐκ παθῶν ἐκλυτρούμενος, σῴζων ἡμᾶς κινδύνων, καὶ πρὸς οὐράνιον τρίβον ὁδηγῶν, θεοπρεπῶς ἀειμακάριστε.