Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 15 Σεπτεμβρίου 2010

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΝΙΚΗΤΑ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.
Στίχοι
Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος,
Ἤ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος.
Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ.
Στίχοι
Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος.
Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων.
Στίχοι
Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην,
Ῥύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνῆς.
Στίχοι
Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου,
Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται.
Στίχοι
Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος,
Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται.
Στίχοι
Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν,
Κόραι δύο κλίνουσιν αὐχένας ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου.
Στίχοι
Εὕρημα κοινὸν ὁ Στέφανος τῇ κτίσει,
Θεοῦ μεγίστου πρωταγωνιστὴς μέγας.

Ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Βησσαρίων ἀρχιεπίσκοπος Λαρίσσης ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ὅσιος Γεράσιμος, ὁ κτίτωρ τῆς μονῆς τῆς ἁγίας Τριάδος τῆς ἐπονομαζομένης Σουρβιᾶς, τῆς παρὰ τὴν Μακρυνίτσαν τῆς Ζαγορᾶς, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς, Ἰωάννης ὁ Κρής, ὁ μαρτυρήσας ἐν τῇ νέᾳ Ἐφέσῳ κατὰ τὸ 1811, ξίφει τελειοῦται.

Ταῖς τῶν σῶν Μαρτύρων εὐχαῖς, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.