Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 18 Σεπτεμβρίου 2010

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΜΕΝΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΟΡΤΥΝΗΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης, τοῦ θαυματουργοῦ.
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης.
Στίχοι
Τὸ λεῖον Εὐμένιος ὄμμα Γορτύνης,
Πανευμενὲς κατεῖδεν ὄμμα Κυρίου.
Ὀγδοάτῃ δεκάτῃ θάνεν Εὐμένιος μεγαλήτωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Σοφίας καὶ Εἰρήνης.
Στίχοι
Εἰρήνη καὶ Σοφία τμηθεῖσαι κάρας,
Σὲ τὴν ὑπὲρ νοῦν εἶδον εἰρήνην Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀριάδνης.
Στίχοι
Σῴζει ῥαγεῖσα τὴν Ἀριάδνην πέτρα.
Χριστὸς γὰρ αὐτήν ἔσκεπε ζωῆς πέτρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κάστορος.
Στίχοι
Οὐ θὴρ ὁ Κάστωρ, ἀλλ᾽ ἀνὴρ τις γεννάδας,
Ἤ μᾶλλον εἰπεῖν, ἀνδριὰς πρὸς αἰκίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.