ΤΩΝ ΧΑΛΔΑΙΩΝ Η ΚΑΜΙΝΟΣ...

Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων».
Ἑορτάζομεν Ἄχραντε, καὶ πιστῶς προσκυνοῦμεν, τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας, δι᾿ ἧς ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.
Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ βοᾷ καυχωμένη· Στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα, δι' ἧς τὸ κατάκριμα, τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς.
Ὁ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ Εὔα χορεύει, καὶ βοῶσιν ἐν πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον· Ἐν σοὶ ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.
Στεῖραι ἄγονοι σπεύσατε, ψυχαὶ ἠτεκνωμέναι, ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη· μητέρες χορεύσατε, σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ