Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 2 Σεπτεμβρίου 2010

ΣΥ ΜΟΥ ΙΣΧΥΣ ΚΥΡΙΕ....

Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Αὐτοθελῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ἀπτοήτῳ, Ἔνδοξε φρονήματι· τὸν γὰρ Χριστόν, εἶχες συνεργόν, θείᾳ δυναστείᾳ, τὸ ἀσθενές σου ῥωννύοντα, καὶ Μάρτυρα δεικνύντα, τῶν αὐτοῦ παθημάτων, καὶ τῆς ἄνω λαμπρότητος μέτοχον.
Ὡς συνεργός, ὁ ἐκ Θεοῦ συνοδίτης σοι, καθυπείκει, οἷα λογικώτατος, ἄγριος θήρ· θείᾳ γὰρ στοργῇ, σὺ καθυποτάξας, τὰ πάθη τὰ ἀλογώτατα, ὡραῖος ἀπεφάνθης, λογισμῷ σοφωτάτῳ, ἀλογίαν ἐχθρῶν τροπωσάμενος.
Δικαστικῶν, σὺ πρὸ βημάτων παρίστασο, τὴν τοῦ Λόγου, σάρκωσιν Μακάριε, διαπρυσίως ἀναφωνῶν, καὶ τῆς ἀθεΐας ἀπομαραίνων τὸ φρύαγμα· καὶ πάντας ἀδιστάκτως, μελῳδεῖν ἐκδιδάσκων· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.