Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ....Η ΠΑΝΤΩΝ ΕΛΠΙΣ

Ὢ τοῦ παραδόξου θαύματος! ὡς ἐξ ἀγόνου μητρός, καὶ ἀκάρπου στειρώσεως, ῥάβδος ἄνθος φέρουσα, ἀναφύεται σήμερον, ἡ Θεομήτωρ καὶ ἀπειρόγαμος, ἐκ τῶν δικαίων Ἰωακεὶμ καὶ' Ἄννης· ὅθεν καὶ χαίρει νῦν, Προφητῶν τὸ σύστημα, Πατριαρχῶν, πᾶσα ἡ ὁμήγυρις, ἐν τῇ γεννήσει αὐτῆς.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Σήμερον Δαυῒδ ἀγάλλεται, καί, Ἰεσσαὶ νῦν σκιρτᾷ καὶ Λευῒ μεγαλύνεται, καὶ χαίρει τῷ πνεύματι, Ἰωακεὶμ ὁ δίκαιος, καὶ ἀτεκνία τῆς Ἄννης λύεται, τῇ σῇ γεννήσει Μαρία ἄχραντε, θεοχαρίτωτε· καὶ Ἀγγέλων σύστημα, σὺν τοῖς βροτοῖς, πάντες μακαρίζομεν, τὴν θείαν μήτραν σου.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίροις τῶν βροτῶν τὸ σύστημα· Χαῖρε Κυρίου ναέ· χαῖρε ὄρος τὸ ἅγιον· χαῖρε θεία τράπεζα· χαῖρε λύχνε ὁλόφωτε, χαῖρε τὸ κλέος τῶν ὀρθοδόξων σεμνή· χαῖρε Μαρία, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ· χαῖρε πανάμωμε· χαῖρε θρόνε πύρινε· χαῖρε σκηνή· χαῖρε βάτε ἄφλεκτε· χαῖρε ἡ πάντων ἐλπίς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ