Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 7 Σεπτεμβρίου 2010

ΣΘΕΝΕΙ ΔΥΝΑΜΟΥΜΕΝΟΣ, ΤΟ ΑΣΘΕΝΕΣ ΣΟΥ ΜΑΚΑΡΙΕ

Σθένει δυναμούμενος, τὸ ἀσθενές σου Μακάριε, τοῦ ἡμῶν τὴν ἀσθένειαν, θελήσει φορέσαντος, τῶν Μαρτύρων δρόμον, διήνυσας χαίρων, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ὡραιοτάτοις ποσὶ συνέτριψας· διὸ σοι ἀνεπλέξατο, νικητικὰ διαδήματα, Ἰησοῦς ὁ φιλάνθρωπος καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἐχθροὺς ἐτραυμάτισας, τῷ τραυματίζεσθαι Ἔνδοξε, καὶ εἰς γῆν κατηδάφισας, Σταυρὸν ὁπλισάμενος, καὶ τὴν παντευχίαν, περιβεβλημένoς, τὴν ἀδιάρρηκτον σαφῶς, καὶ τὴν ἀγάπην ἐνστερνισάμενος, τοῦ σὲ πρὸς τὰ βασίλεια, τὰ νοητὰ μετοικήσαντος, ὡς ἀήττητον Μάρτυρα, ὡς οὐράνιον ἄνθρωπον.
Σωτῆρα καὶ Κύριον, τὸν ὑπὲρ σοῦ τὰ ἑκούσια, ὑποστάντα παθήματα, σαφῶς ἐκμιμούμενος, ἀθλοφόρε Σῴζων, σαυτὸν ἑκουσίως, πρὸς αἰκισμοὺς πρὸς ἐκτομάς, πρὸς ἀνυποίστους βασάνους δέδωκας· διὸ σὲ ἀντημείψατο, ἐπουρανίοις χαρίσμασι, καὶ πηγὴν ἰαμάτων σε, τοῖς ποθοῦσιν ἀνέδειξε.