ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ .....

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ὑπέρλαμπρος ὁ βίος σου θεόσοφε, γέγονε δι' ἀσκήσεως, οὕτως ὤφθη σου, προφανῶς ἡ ἄθλησις στερρά, Χριστὸν γὰρ ἐδόξασας βοῶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σωφροσύνη καθαρότητα θεσπέσιε, Πάτερ περιζωσάμενος, ἐν ἀνδρείᾳ δέ, μαρτυρίου στέφανον λαμπρόν, δεξάμενος χάριτι βοᾷς, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μὴ τὴν ἄχραντον εἰκόνα προσκυνούντές σου, Σῶτερ οἱ ἀσεβέστατοι, τὸν οἰκέτην σου μαστιγοῦντες, ἔξεον δεινῶς, ὑμνοῦντα καὶ κράζοντα πρὸς σέ, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ