ΟΥΚ ΕΣΤΙΝ ΑΓΙΟΣ ΩΣ ΣΥ... ΠΡΟΔΡΟΜΕ ΤΗΝ ΚΑΡΑΝ ΣΟΥ.
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρα, τῆς ὁμολογίας σου.
Γαστὴρ στειρεύουσα βλαστόν, σὲ προσήνεγκε θεῖον, τῆς ἐθνῶν Ἐκκλησίας, εὐκλεῆ Νυμφαγωγόν, Χριστῷ τῶ ὄντως Θεῷ, καὶ Νυμφίω, ταύτην μνηστευόμενον.
Τὴν σὴν θεόφθογγον φωνήν, Πρόδρομε Ἰωάννη, οὐδὲ ξίφει ἐπέσχεν, ἡ ἀθλία μοιχαλίς, τὴν θείαν γάρ σου ἡμῖν, ἐμφανίζεις, κάραν τὴν ὑπόγαιον.
Πανηγυρίζουσα φαιδρώς, ἡ ποθούσά σε πόλις, εὐωχεῖται ὦς ὄλβον, εὐραμένη μυστικόν, καὶ κρήνην ἀνελλιπῆ, ἰαμάτων Πρόδρομε τὴν κάραν σου.