Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 23 Φεβρουαρίου 2009

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ.


ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.
Συναξάριον

Τὴ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.

Στίχοι

· Σοὶ Πολύκαρπος ὠλοκαυτώθη Λόγε,

· Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως.

· Εἰκάδι ἐν τριτάτῃ κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου.

Στίχοι

· Σύνταγμα τετράριθμον ἀνδρῶν τιμίων,

· Συντάσσεταί σοί, καὶ μεθίσταται βίου.



Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Τιμῶ τελευτὴν σὴν σιγή, Γοργονία,

· Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται.

Στίχοι

· Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου,

· Καινόν τι γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει.



Τὴ αὐτὴ ἡ μέρα, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται.

Στίχοι

· Θεὴν ἀποσκώπτουσαν εἰς Θεοὺς πλάνους,

· Οἱ τῆς πλάνης κτείνουσι προστάται ξίφει.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν Ζεβινά, Πολυχρονίου, Μωσέως, καὶ Δαμιανοῦ.

Στίχοι

· Θεῖος Ζεβινὰς λήξιν εἰς θείαν φθάνει,

· Λήξαντος αὐτῷ τοῦ παρ' ἀνθρώποις βίου.

· Πολυχρόνιος, καὶ συνασκηταὶ δύω.

· Οἱ τρεῖς ὁμοῦ πληροῦσι τοὺς ζωῆς χρόνους.



Ταὶς αὐτῶν ἁγίαις Πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.