...ΕΜΠΝΟΥΣ ΩΣ ΕΙΚΩΝ, ΚΑΙ ΣΤΗΛΗ ΤΑΡΑΣΙΕ....ΟΡΘΟΔΟΞΙΑΣ ΕΙΣ ΓΗΝ ΔΙΕΒΙΒΑΣΑΣ.
Ἅπας γηγενής, σκιρτάτω τῶ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀϋλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἔμπνους ὡς εἰκών, καὶ στήλη Ταράσιε ζώσα προκείμενος, ἀρετῶν καὶ πίστεως, βοᾷς ἀπαύστως ἔργοις καὶ λόγοις σοφέ, καὶ πρὸς οἰκείαν μίμησιν, πάντας προτρέπεις πιστούς, διὰ τοῦτο, μνήμη ἀθανάτω σε, οἱ πρὸς σὲ ἀφορῶντες γεραίρουσι.
Γνῶσιν ἀληθῆ, πλουτίσας τὴν ποίμνην σου, Πάτερ Ταράσιε, ἀπειθεῖς ἐγύμνωσας, τῆς ψευδωνύμου γνώσεως Ὅσιε, καὶ ἀποροῦντας ἔδειξας, καὶ πενομένους αὐτούς, διὰ τοῦτο, ἀληθείας κήρυκα, οἱ Πιστοὶ σὲ ἀξίως δοξάζομεν.
Ἄρας πρὸς Θεόν, τὰς χείρας καὶ ὄμματα, Πάτερ Ταράσιε, νοητοὺς κατέβαλες, καὶ ἀοράτους καὶ πολεμίους ἐχθρούς, καὶ ἐτρωπώσω φάλαγγας, τὰς τῶν αἱρέσεων, καὶ τὴν ποίμνην, τοῦ Χριστοῦ ἀλώβητον, ὀρθοδοξίας εἰς γὴν διεβίβασας.