ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ....ΘΕΟΦΟΡΕΙΤΑΙ

Ἐκ φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπεστάλη βοῶντος φωνὴ ὁ Πρόδρομος, ταὶς ἐρήμοις καρδίαις, τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ, πίστιν εὐσεβῆ, ἐγκεντρίζων τοῦ ὄντως Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Ἑτοιμάσατε φάσκει καὶ νὺν ὁ Πρόδρομος, τοῦ Κυρίου τὴν τρίβον, δι' ἁγιότητος, οὗτος γὰρ ἐλθών, σὺν Πατρὶ καὶ τῶ Πνεύματι, ταὶς ἡμῶν καρδίαις, οἰκήσει εἰς αἰῶνας.
Τὴ φωνὴ ἀκοὴν μὲν τὴ τοῦ Γεννήτορος, ὀφθαλμοὺς δὲ τὴ θέα, τοῦ θείου Πνεύματος, ὅλος δὲ ἁφή, Ἰωάννης ὁ Πρόδρομος, σὲ χειροθετήσας, Χριστὲ θεοφορεῖται.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ