ΟΥΡΑΝΙΑΣ ΑΨΙΔΟΣ...

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπη τὴ σή, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Τὰ σωτήρια Πάτερ, καὶ εὐσεβῆ δόγματα, τῆς ὀρθοδοξίας φυλάττων ἀδιαλώβητα, ποίμνην ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, καὶ πρὸς ἐπουράνιον, μάνδραν εἰσήλασας.
Ἀνελθων ἐν τῷ ὕψει, τῶν ἀρετῶν Ὅσιε, χρίσμα ἱερὸν ὑπεδέξω, καὶ τὸν Πανύψιστον, πανσόφως ἤνεσας, ὑψηλοτάτη καθέδρα, λειτουργήσας χάριτι, τούτω ὡς Ἄγγελος.
Πειρασμοὺς ὑπομεῖνας, διὰ Χριστὸν Ὅσιε, τῆς ἀθανασίας μετέσχες καὶ τῆς θεώσεως, μύρον εὐῶδες δέ, διηνεκῶς ἀναβλύζον, ἁγιάζεις πίστει σοί, τοὺς προσπελάζοντας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ