ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ ΑΛΑΞΕΥΤΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ....

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἄπασαν τὴν αἴσθησιν Πάτερ, νὺν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθω, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, Ἀγγελικὴν τερπνότητα, καὶ Παραδείσου τρυφὴν ἄληκτον.
Τῶ σῶ μαθητὴ καὶ συνάθλω, συναπολαύων Ἀθλοφόρε, τῆς τῶν μακαρίων ἐλπίδος, καὶ δι' αἰῶνος συνευφραινόμενος, τοὺς τὴν ὑμῶν πανήγυριν, ἐπιτελοῦντας ἐποπτεύοιτε.
Ἐκ γῆς πρὸς οὐράνιον λήξιν, Στεφανηφόροι μεταστάντες, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, καὶ τῶν Ἀγγέλων θεία στρατεύματα, τῶν μαθητῶν τὸν σύλλογον, ὑμῶν πρεσβείαις διασώσατε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ