ΚΛΗΡΟΝ ΠΑΤΡΩ ΟΝ ΜΗ ΦΥΛΑΞΑΝΤΕΣ....ΠΙΚΡΩΣ ΤΡΥΓΗΣΑΣ....ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΙΩΝΑΣ.....

Κλῆρον πατρῶ ὂν μὴ φυλάξαντες, τῆς ἁμαρτίας νόμω κατεδουλώθημεν, ἀλλ' ἐκτεῖνας τὰς παλάμας σου, ἐν τῷ Σταυρῶ τῶ θείω, ἐλευθερίαν πάσιν, ἐδωρήσω δι' αὐτοῦ, ὃν σοὶ πίστει προσάγομεν, ἐν ἡμέραις ἁγίαις, Ἐλέησον ἡμᾶς Ἐλεῆμον, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ τῶ Σταυρῶ σου τὴν διάστασιν, καὶ τοῦ φραγμοῦ ἐξάρας τε τὸ μεσότοιχον, εἰρήνην ἐν τοῖς πέρασιν, ἐγκαινίσας πλουσίαν, εἰρηνευούση δίδου, διελθεῖν ἡμᾶς Χριστέ, καταστάσει τὴν μέλλουσαν νηστείαν, σὲ Κύριον ὑμνοῦντας ἀπαύστως, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Ἡ τῆς νηστείας χάρις σήμερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώμεθα τὸ δῶρον φιλοφρόνως, Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος, τῆς τρυφῆς ἐξεβλήθη, ἀλλ' ἐπὶ ξύλου, ἤλοις προσπαγείς, τὸ πονηρὸν γραμματεῖον, προσήλωσας τῆς αὐτοῦ ἁμαρτίας, διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας,
Νόμον νηστείας ἀπωσάμενοι, τῆς ἁμαρτίας, βόθρω, κατωλισθήσαμεν, καὶ νηστείας ἐδεήθημεν, τῆς νὺν εἰσαγομένης, ἣν πὲρ Οἰκτίρμον, χάριν διανύουσιν ἡμῖν, οὐρανόθεν κατάπεμψον, καὶ εἰρήνην πλουσίαν, Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ