
ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις.
Στίχοι
· Καὶ ζώντα Τιμόθεε καὶ τεθνηκότα,
· Τιμᾷ Θεὸς ζώντων σὲ καὶ τεθνηκότων.
· Εἰκάδι Τιμόθεον πρώτη κατὰ σῆμα κάλυψεν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος.
Στίχοι
· Ὁ Γεώργιος, καὶ λιπων τὸ σαρκίον,
· Πολλοὶς γεωργεῖ ψυχικὴν σωτηρίαν.
Τὴ αὐτὴ ἡμέρα, ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἀπὸ Σχολαστικών, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης,
· Καὶ τῶν μακρῶν σου νὺν σχολὴν ἄγεις πόνων.
Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Ζαχαρίας, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Μακάριος εἶ καὶ θανῶν Ζαχαρία,
· Ζαχαρία πρόεδρε γὴς μακαρίας.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.