ΑΓΙΑΣ ΦΩΤΕΙΝΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ


ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης.
Συναξάριον

Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης.

Στίχοι

· Ὧ τὶς παρέλθη, τὶς δὲ καὶ παραδράμη

· Τὸν Πορφύριον, κὰν παρῆλθεν ἐκ βίου;

· Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτη.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ἢ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτή.

Στίχοι

· Ῥίπτουσι τὴν σὴν Σαμαρείτιν εἰς φρέαρ,

· Τὴν εἰς φρέαρ σοὶ συλλαλήσασαν Λόγε.



Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Φωτῶ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

· Φερνὴν ταλάντων μυρίων ἀνταξίαν,

· Φωτῶ φέρει σοὶ τὴν κάραν φώτων Πάτερ.

Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται.

Στίχοι

· Δώσεις ἔπαθλον δενδροάθλω Φωτίδι,

· Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.



Τὴ αὐτὴ ἡμέρα, ἡ ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

· Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,

· Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.



Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Κυριακή, ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

· Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,

· Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.



Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Μάρτυς Ἰωσής, ὁ υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.

Στίχοι

· Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,

· Ἰωσὴ δὲ τράχηλος οὗ φρίττει ξίφος.



Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Φωτεινός, ὁ ἕτερος υἱὸς αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

· Τὶς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;

· Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.



Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Σεβαστιανὸς ὁ Δοὺξ ξίφει τελειοῦται.

Στίχοι

· Σεβαστιανῶ τοῦτον εἴπω τὸν λόγον.

· Σεβάζομαί σε, τὴν κάραν τετμημένον.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ