ΔΕΥΤΕ ΛΑΟΙ, ...., ΟΥ ΜΕΛΑΝΙ, ΑΛΛΑ ΠΝΕΥΜΑΤΙ ΘΕΙΩ...

Δεῦτε λαοί, ἃ σωμενάσμα Χριστῷ τῶ Θεῷ, τῶ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν Λαόν, ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Τὴ τοῦ Χριστοῦ, φωτοχυσία λαμπόμενος, καὶ τῆς αὐτου ἑλλάμψεως, Πάτερ πληρούμενος, τὴν ζοφώδη ψυχήν μου, καταύγασον θεόφρον, ταὶς ἱκεσίαις σου.
Ὁ φωτισμός, τοῦ σωτηρίου κηρύγματος, τὴν καθαρὰν καρδίαν σου, καθάπερ ἔσοπτρον, ἀκηλίδωτον Πάτερ, ἀστράψας τὰς ἀκτῖνας, πάσιν ἐξέλαμψε.
Νόμου καινοῦ, στηλογραφία σὺ γέγονας, ἐγγεγραμμένον ἔχουσα, Πάτερ οὗ μέλανι, ἀλλὰ Πνεύματι θείω, τῆς χάριτος τῆς θείας, τὸ Εὐαγγέλιον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ