ΕΝ ΤΗ ΦΡΙΚΤΗ, ΧΡΙΣΤΕ, ΠΑΡΟΥΣΙΑ ΣΟΥ, ΟΤΑΝ ΦΑΝΗΣ ΕΞ ΟΥΡΑΝΟΥ, ΚΑΙ ΤΕΘΩΣΙ

Ἐν τῇ φρικτή, Χριστέ, παρουσία σου, ὅταν φανῆς ἐξ οὐρανοῦ, καὶ τεθῶσι θρόνοι, καὶ βίβλοι ἀνοιγῶσι, φεῖσαι, φεῖσαι τότε, Σωτὴρ τοῦ πλάσματός σου.
Ἐκεῖ οὐδὲν βοηθῆσαι δύναται, Θεοῦ ὑπάρχοντος κριτοῦ, οὐ σπουδή, οὐ τέχνη, οὐ δόξα, οὐ φιλία, εἶ μὴ ἡ ἐξ ἔργων, ἰσχύς σου ὧ ψυχή μου.
Ἐκεῖ ὁμοῦ ἄρχων καὶ ἡγούμενος, πένης καὶ πλούσιος ψυχή, οὐ πατὴρ ἰσχύει, οὐ μήτηρ βοηθοῦσα, οὐ λυτρούμενος ἀδελφὸς τῆς καταδίκης.
Τὸ φοβερὸν ψυχὴ λογοθέσιον, ἐννοουμένη τοῦ Κριτοῦ, φρίξον ἀπ' ἐντεῦθεν, ἑτοίμασον τὸν λόγον, μὴ κατακριθήση, δεσμοὶς τοὶς αἰωνίοις.
Ἆρον τὸ σόν, μὴ ἀκούσω Κύριε, ἀποπεμπόμενος ἐκ σοῦ, μηδὲ τό, Πορεύου, εἰς πὺρ κατη ῥαμένον, ἀλλὰ τῆς εὐκταίας φωνῆς τῆς τῶν Δικαίων.
Ἄδου πυλῶν λύτρωσαί με, Κύριε, χάους καὶ ζόφου ἀφεγγούς, ἐκ καταχθονίων, καὶ πυρὸς τοῦ ἀσβέστου, ἐξ ἀπάσης ἄλλης, ποινῆς τῆς αἰωνίου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ