
ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου.
Στίχοι
· Οὐδέν, Δεκαπολῖτα, γὴς πᾶσαι πόλεις,
· Πρὸς τὴν νοητήν, ἔνθα πὲρ τάττη, πόλιν.
· Εἰκάδι ἑβδομάτη Προκοπίω τέρμα φαάνθη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται.
Στίχοι
· Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην,
· Πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνη κάραν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου.
Στίχοι
· Ὁ Θαλλέλαιος φαιδρώς, ἥκει πρὸς πόλον,
· Θαλλοὶς ἐλαιών, ἀρεταὶς ἐστεμμένος.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἀρματίου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Γήρει Στέφανος πρύτανις ζωῆς πόρου,
· Ὃν πὲρ θανόντα Πρύτανις στέφους στέφει.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται.
Στίχοι
· Νεύροις βοείοις Νήσιος πάσχων φέρει,
· Νευρούμενος γὰρ τῶν πόνων λήθην ἔχει.
Οἱ Ὅσιοι πατέρες ἡμῶν Ἀσκληπιὸς Ἰάκωβος καὶ Τιμόθεος οἱ ἐν Καισαρείᾳ ἐν εἰρήνῃ τελειοῦνται.
Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.